ΓΕΩΡΓΙΟΥ ΠΙΣΙΔΗ

ΗΡΑΚΛΙΑΣ

ΉΤΟΙ

ΕΙΣ ΤΗΝ ΤΕΛΕΙΑΝ ΠΤΩΣΙΝ ΧΟΣΡΟΟΥ ΒΑΣΙΛΕΩΣ ΠΕΡΣΩΝ

 

 

 

 

 

 

 

 

 

 

 

10

 

 

 

 

 

 

 

 

 

20

 

 

 

 

 

 

 

 

 

30

 

 

 

 

 

 

 

 

 

40

 

 

 

 

 

 

 

 

 

50

 

 

 

 

 

 

 

 

 

60

 

 

 

 

 

 

 

 

 

70

 

 

 

 

 

 

 

 

 

80

 

 

 

 

 

 

 

 

 

90

 

 

 

 

 

 

 

 

 

100

 

 

 

 

 

 

 

 

 

110

 

 

 

 

 

 

 

 

 

120

 

 

 

 

 

 

 

 

 

130

 

 

 

 

 

 

 

 

 

140

 

 

 

 

 

 

 

 

 

150

 

 

 

 

 

 

 

 

 

160

 

 

 

 

 

 

 

 

 

170

 

 

 

 

 

 

 

 

 

180

 

 

 

 

 

 

 

 

 

190

 

 

 

 

 

 

 

 

 

200

 

 

 

 

 

 

 

 

 

210

 

 

 

 

 

 

 

 

 

220

 

 

 

 

 

 

 

 

 

230

 

 

 

 

 

 

 

 

 

240

 

 

 

 

 

 

 

 

 

 

 

 

10

 

 

 

 

 

 

 

 

 

20

 

 

 

 

 

 

 

 

 

30

 

 

 

 

 

 

 

 

 

40

 

 

 

 

 

 

 

 

 

50

 

 

 

 

 

 

 

 

 

60

 

 

 

 

 

 

 

 

 

70

 

 

 

 

 

 

 

 

 

80

 

 

 

 

 

 

 

 

 

90

 

 

 

 

 

 

 

 

 

100

 

 

 

 

 

 

 

 

 

110

 

 

 

 

 

 

 

 

 

120

 

 

 

 

 

 

 

 

 

130

 

 

 

 

 

 

 

 

 

140

 

 

 

 

 

 

 

 

 

150

 

 

 

 

 

 

 

 

 

160

 

 

 

 

 

 

 

 

 

170

 

 

 

 

 

 

 

 

 

180

 

 

 

 

 

 

 

 

 

190

 

 

 

 

 

 

 

 

 

200

 

 

 

 

 

 

 

 

 

210

 

 

 

 

 

 

 

 

 

220

 

 

 

 

 

 

 

 

 

230

Α’

Ἀγαλλιάσθω πᾶς χορὸς τῶν ἀστέρων

τὸν ἀστρόδουλον δεικνύων πεπτωκότα

καὶ τὴν ἑαυτοῦ πτῶσιν ἠγνοηκότα.

Οὐκ ἔστεγε γὰρ ἡ κτίσις τιμωμένη,

κἂν δυσσεβηθεὶς ὁ Κτίσας ἠνείχετο.

Νῦν πανςέληνος ἡ σελήνη λαμπέτω

τοῦ Χοσρόου λήγοντος, ἐγγυωμένη

Πέρσας τὸ λοιπὸν μὴ θεουργεῖν τὴν κτίσιν.

Καὶ νῦν ὁ τρισμέγιστος ἡλίου πόλος,

λούσας ἑαυτὸν τῇ καθάρσει τῶν φόνων,

βοᾷ λαλεῖ σοι τὴν σφαγὴν τοῦ Χοσρόου

Θεοῦ βεβήλους ἐκφυγὼν ὑποψίας

σκίρτησον, αἰθήρ˙ ὁ κρατῶν Περσοκράτης

ὁ πυρσολάτρης ἐζοφώθη Χοσρόης.

Πάλιν κάμινος Περσικὴ καὶ δευτέρα

δροσίζεται φλὸξ Δανιὴλ τῷ δευτέρῳ,

ἀνωφερὴς δὲ καίπερ οὗσα τὴν φύσιν

χεῖται κατ’ αὐτῶν, καὶ διώκει καὶ φλέγει

τοὺς τὴν πονηρὰν ἐκπυρώσαντας φλόγα.

Πάλιν λεόντων ἠγριωμένων στόμα

εἰς γῆν δι’ ὑμῶν Περσικὴν ἀνεφράγη.

Πάλιν παροινεῖ δυσσεβῶς Χοσρόης

καὶ πῦρ θεουργεῖ καὶ θεὸς φαντὰζεται,

ἕως σὺν αὐτῷ καὶ τὸ πῦρ ὑπερβράσαν

σὺν τῷ θεουργήσαντι συγκατεφθάρη.

Πάλιν παροινεῖ, καὶ μεταίρει τὴν κτίσιν,

Ξέρξῃ τε τῷ πρὶν ἀντερίζει, καὶ θέλει

πὴ μὲν πετρῶσαι τὸν βυθὸν τοῖς λειψάνοις,

πὴ δ’ αὖ γε τὴν γῆν κυματῶσαι τοῖς λύθροις.

Γιγαντιᾷ δὲ καὶ τυραννῆσαι θέλει,

καὶ τὸν πρὸ πάντων εἰκονίζει Βαλτάσαρ,

χραίνων τὰ θεῖα τῷ μολυσμῷ τῆς μέθης,

ἕως κατ’ αὐτοῦ δάκτυλος θεηγόρος

τῇ δεξιᾷ σου χρώμενος χειρογράφῳ

ψήφου μελαίνης ἐξεφώνησε κρίσιν.

Λήγουσι λοιπὸν αἱ βροχαὶ τῶν αἱμάτων,

φεύγει τὸ ῥεῦμα τῶν ἀειῤῥύτων φόνων˙

ἡ γῆ βιαίοις οὐκ ἐνοχλεῖται τάφοις,

θάλαττα λύθρων οὐ μιςίνεται χύσει.

Τῶν αἰχμαλώτων οὐ βρύει τὸ δάκρυον˙

ἀργεῖ τὸ λοιπὸν ἡ πλοκὴ τῆς ἀγχόνης˙

οὐδεὶς μετ’ ὄξους ἐκκενώσας αἰθάλην

τὴν ῥῖνα ποιεῖν ἐκβιάζεται στόμα.

Τὰ δένδρα νεκροῖς οὐ βαρεῖται φορτίοις.

Πλήρεις ἑκάστῳ τῶν μελῶν αἱ συνθέσεις˙

ἄπους, ἄχειρος οὐ βαρεῖ τὸν αὐχένα˙

οὐδεὶς ἀμοιβὴν συμφορᾶς ἀντιστρόφου

τὴν χεῖρα κιχρᾷ τῶν ποδὼν ἀντεργάτιν.

Ἀλλ’ οὐρανός, γῆ, πῦρ, ὕδωρ, ἀήρ, νέφη;

Καὶ πᾶς ὁ κόσμος τῶν ἄνω καὶ τῶν κάτω

κροτεῖ σὺν ἡμῖν τοῦ Θεοῦ τὰ σκάμματα,

ἑνὸς πέσοντος καὶ σεσωσμένων ὅλων.

Νῦν τὸν πυραυγῆ Χοσρόης ἑωσφόρον

ἔγνω ζοφώδη, καὶ πλάνητας οὐκ ἔχει

τοὺς ἑπτά, φηςίν, ἀλλ’ ὅλους τοὺς ἀστέρας.

Νῦν πάντας αὐτοὺς ἐμπεςὼν τῷ Ταρτάρῳ

βλέπει σκοτεινοὺς ἐξ ἀνάγκης ἑσπέρους

καὶ τῆς ἐπ’ αὐτοῖς ἀστοχήσας ἐλπίδος,

οὓς ζῶν ἐτίμα, δυσσεβεῖ τεθαμμένος.

Ποῦ νῦν ὁ λῆρος τῶν ἀεισφαλῶν Μάγων;

Ποῦ τῶν ἐν ἄστροις ὀργίων τὰ σκάμματα;

Ποῖος πεςόντα Χοσρόην ὡροσκοπεῖ;

Πάντως ἔδοξεν ἐμπεσεῖν τῷ τοῦ κρόνου˙

Τέκνου γὰρ ὁρμαῖς ὁ σφαγεὺς ἀνῃρέθη.

Ὅμηρε, τὸν πρὶν μηδαμῶς Ἡρακλέα

Θεὸν προσειπεῖν ἀξιώσῃς ἀσκόπως.

Τί γὰρ τὸ κοινὸν ὠφέλησε τοῦ βίου

κάπρος φονευθεὶς ἢ λέων πεπνιγμένος;

Θαύμαζε μᾶλλον, ὡς ἐν ἀνθρώποις ἕνα,

τὸν κοσμορύστην εὐλόγως Ἡρακλέα.

Κατῆλθεν οὗτος ἄχρι τῆς Αἴδου θύρας,

τὴν λύτταν ἦγξε τοῦ κυνὸς τοῦ παμφάγου,

Ἄλκηστιν ἐξήγειρε τὴν οἰκουμένην,

ἀνεῖλε τὸν δράκοντα τὸνμιαιφόνον,

καθεῖλε ὕδραν μυραύχενον βλάβην,

ῥυπῶντα τὸν πρὶν ἐξεκόπρωσε βίον,

ἔπνιξε τὸν λέοντα τὸν κοσμοφθόρον,

καὶ νῦν προῆλθεν Ἡρακλῆς τῷ πράγματι,

λαβὼν τὰ χρυςὰ μῆλα, τὰς πόλεις ὅλας.

Παρῆλθεν ἡ γῆ τῆς ἀγεγγοῦς ἑσπέρας˙

τὸ φῶς ὑπέστη, καὶ διέστη τὸ σκότος˙

καὶ δεύτερος νῦν κοσμοποιεῖται βίος,

καὶ κόσμος ἄλλος καὶ νεωτέρα κτίσις.

Καὶ νῦν ὁ Νῶε τῆς νέας οἰκουμένης

κιβωτὸν εὗρε τὴν ἑαυτοῦ καρδίαν,

καὶ πᾶσαν ἔνδον ἐντεθεικὼς τὴν φύσιν

ἀφῆκεν αὐτὴν εἰς ἔνοπλα τάγματα

τῷ κατακλυσμῷ Χοσρόου φρουρουμένην˙

σχεδὸν γὰρ εἰπεῖν πᾶσα σὰρξ διεφθάρη

ἐκ τῆς χυθείσης παγγενοῦς ἁμαρτίας˙

Ἕως ἐλαίας ἠλεημένην κλάδον

λαβὼν ἔσωσε τοῦ βίου τὰ λείψανα.

Ποῦ νῦν Ἀπελλῆς, ποῦ λαλῶν Δημοσθένης,

ὅπως ὁ μέν σου σωματώσας τοὺς πόνους,

ὁ δ’ αὖ τὰ νεῦρα τῶν λογισμῶν ἁρμώσας,

ἔμπουν ἀναστήσωσι τὴν σὴν εἰκόνα;

Ὦ Σκηπίων, σίγησον˙ ἐγράφη νόμος

τοὺς σκηπιῶντας Ἡρακλείωνας λέγειν.

Κοινὸν τὸ δόγμα˙ νῦν ἀκινδύνως μόνον

ἔξεστι δούλοις νομοθετεῖν πρὸς δεσπότας.

Κύρωσον, ὦ κράτιστε, τὸν νόμον τύπῳ.

Ἔχεις συνειδός, οὐκ ἔχεις ὑποψίαν˙

ἔχεις ἄμετρα μαρτυροῦντα σοι βέλη,

ἔχεις συνεργοὺς ἐμφύτους τὰ τραύματα,

ἔχεις ἀγῶνας εὐφραδεῖς συνηγόρους,

ἔχεις ἀγῶνας εὐγενεῖς ταχυγράφους,

οἳ τὸν νόμον γράψουσιν οὐ γραφῇ νόθῳ

ἀλλ ἐξ ἐρυθρῶν, ὡς προςήκει, γραμμάτων˙

τὸ σὸν γὰρ αἷμα τοῖς γραφεῦσιν ἀρκέσει.

Πλούταρχε, σἰγα τοὺς παραλλήλους γράφων.

Τί πολλὰ κάμνεις καὶ στρατηγοὺς συλλέγεις;

Τὸν δεσπότην ἔκφραζε, καὶ γράφεις ὅλους.

Ἤδη γὰρ ὁ Πλούταρχος ἐξᾶραι θέλων

τὸν τοῦ Φιλίππου καὶ πρὸς ὕψος ἁρπᾶσαι,

ἔσπευδε δεῖξαι πᾶσιν ὡς ἐναντίαι

κατεῖχον αὐτὸν ἀντιπράττουσαι τύχαι˙

οὐκ ἠγνόη γάρ, δεινὸς ὢν λογογράφος,

ὡς εἴπερ αὐτὸν εὐτυχοῦντα συγγράφοι,

δώσει τὸ νικᾷν ἀντ’ ἐκείνου τῇ τύχῃ.

Ἀλλ’ εἶχεν, ὦ Πλούταρχε, τῆς τύχης πλέον

ὁ σὸς στρατηγὸς δραστικοὺς τοὺς συμμάχους.

Τίς δὲ στρατὸν γέμοντα Περσικοῦ φόβου,

παρ' οἷς τὸ φεύγειν ἦν ἀκίνδυνος μάχη

φύσις τε λοιπὸν ἐξ ἔθους ἐγίνετο,

ἔπεισεν ὅπλοις καὶ καθώπλισε λόγοις,

καὶ τὴν ἐν αὐτοῖς δειλίαν μεθαρμόσας

εὐτολμίαν ἔδειξε τὴν ἀτολμίαν,

εἰ μὴ τὸ σὸν φρόνημα καὶ τὸ σὸν κράτος

ἤγειρεν αὐτούς, ὡς ἀκινήτους λίθους

τὴν γῆν βαροῦντας τοῖς ἀκάρποις φορτίοις;

Ποῦ τῶν Ἀθηνῶν οἱ πρὸ τούτου ζωγράφοι,

οἱ τὸν στρατηγὸν Τιμόθεον ἐν ταῖς μάχαις

κοιμώμενον γράφοντες, εἶτα τὴν τύχην

ἐκεῖθεν ἔνθεν ἐνδιδοῦσαν τὰς πόλεις;

Δέον γὰρ αὐτοῖς νῦν ἐναντίως γράφειν,

τὴν μὲν τύχην σοι πανταχοῦ κοιμωμένην.

Μᾶλλον δὲ τοῖς σοῖς ἀντερίζουσαν πόνοις,

σὲ δὲ στρατηγὸν διπλοκινδύνου μάχης,

καὶ πρὸς τύχας καμόντα καὶ πρὸς Βαρβάρους.

Πόθεν μετῆλθεν εἰς βαφὴν ἐναντίαν

ἡ τῶν τριχῶν σου χρυσομίμητος κόμη,

ἔβαψεν αὐτὴν ἡ χιὼν τῶν φροντίδων.

Καὶ ποῦ μετέστη τῶν μελῶν ἡ λευκότης;

Πύρωσις αὐτὴν ἀντανεῖλεν ἡλίου.

Ἀπεικὸς οὐδέν, ἀλλ’ ὅμως στοχάζομαι,

ἐν τῷ διαιχεῖσθαι τοὺς ἰδρῶτας τῶν πόνων

ἡ λευκότης μετῆλθεν εἰς τὴν καρδίαν.

Οὐκ ἤρκεςάν σοι πρὸς τυράννους αἱ μάχαι,

οὓς ἡ παναλκὴς ἐξεπόρθησε κρίσις

θᾶττον λογισμοῦ, καὶ σχεδὸν πρώτης τύχης,

εἴ πέρ τις ἔστι καὶ τυραννίδος τύχη˙

οὐκ ἤρκεςάν σοι φροντίδων πολυτρόπων

ἐμφυλίων τε καὶ ξένων καὶ Βαρβάρων

ἄλλαι μετ’ ἄλλας συμπλοκαὶ καὶ συγχύσεις.

Οὐκ ἤρκεςάν σοι τοῦ στρατοῦ τὰ πράγματα,

ἀλλ’ εἰς τοσαύτην εὐσεβῶς ἀπληστίας

ὄρεξιν ἦλθες, ὥστε καὶ τῶν ἐγκάτων

ἐντὸς παρελθεῖν τῆς ἀθέσμου Περςίδος.

Ποίους στρατηγοὺς ἢ Σταγειρίτας ἔχων

ἐπῆλθες εἰς γῆν εὐτυχοῦντων Βαρβάρων;

Οὐ τὰς ἀπείρους τῆς ὁδοῦ διαστάσει

ὁ σὸς λογισμὸς ἐννοῶν συνεστάλη,

βλέπων μάλιστα καὶ τὰ νεῦρα τῆς μάχης,

τὸν πλοῦτον, ἐκρεύσαντα πρὸς τοὺς Βαρβάρους.

Οὐ μητρὸς οἶκτος πυρςὸν ἔμφατον πνέων.

Ἐπέσχεν ὑμᾶς˙ οὐ τέκνα σου τότε,

οἱ ψυχαγωγοὶ μαργαρῖται τοῦ βίου,

στοργῇ δεθέντα φυσικῇ παρεκράτουν.

Οὐκ εὐλαβήθης τὰς ἐνοχλοῦσας νόσους,

οὐ τὰς δι’ ἡμᾶς ἀντιπραττοῦσας τύχας,

εἰ χρὴ καλεῖν με τὰς ἁμαρτίας τύχας.

Ἀλλ’ ὡς ἄσαρκος, καὶ μόνος δοκῶν ἔχειν

ἢ σῶμα χαλκοῦν ἢ σιδηρᾶν καρδίαν,

ἀπῆλθες, ἐστράτευσας, ὡπλίσω πάλιν

εἷς ἀντὶ πάντων. Ὦ φιλάνθρωπος ζέσις

πάσις ἀνάγκης δραστικῆς ὑπερτέρα!

Ποίαν, στρατηγέ, χειρὸς ἔκτασιν φέρων,

ποίαν δὲ μέχρι τῶν νεφῶν εὑρὼν βάσιν,

σεαυτὸν ἐξέτεινας, ὥστε σε φθάσαι

καὶ τὴν πρὸς ἄκρον ὑπερηρμένην τύχην

τοῦ πυρσολάτρου Χοσρόου κατασπάσαι;

Ἢ δῆλον ὡς ἡ χεὶρ μὲν ἐκ τῶν ἰκμάδων

τῆς εὐσεβείας εὐκόλως ἐτείνετο,

πέτρα δὲ σοί τις οὐρανῶν ὑπερτέρα

ὁ Χριστὸς ἐγγὺς εἰς βάσιν παρίστατο,

δι’ οὗ τὸν ἐχθρὸν ἐν κακοῖς ἐπηρμένον

ἐκ τῶν νεφῶν καθεῖλες ἐν τῷ Ταρτάρῳ.

Ποίαν παρῆλθες μὴ τεθλιμμένος τρίβον

τῆς γῆς ἀπάσης δυσσεβῶς πεφλεγμένης;

Τὸ πῦρ γὰρ εἰκῆ προσκυνῶν ὁ Χοσρόης

οὐκ εἰς τὸ σώζειν εἶχεν, ἀλλ’ εἰς τὸ φλέγειν.

Πῶς οὖν παρῆλθες τὰς ἐρήμους ὡς πόλεις,

εἰ μὴ δι’ αὐτῆς τῆς νοουμένης πύλης

ἐλθὼν ἐδείχθης ἀπλανὴς ὁδοιπόρος;

Ὦ νῦν ἀληθῆ δεικνύων τὴν πορφύραν˙

πορφύρεται γὰρ εἰς βαφὴν αἰωνίαν

ἰδρῶσι τοῖς σοῖς εὐσεβῶς ᾑμαγμένη.

Μένει δὲ λευκή, καίπερ οὖσα πορφύρα˙

καὶ τῇ νέᾳ στίλβουσα καλλιεργίᾳ,

ὅσον φορεῖται, μειζόνως λαμπρύνεται.

Χαῖρε, στρατηγέ, κοσμικοῦ γενεθλίου

τὸν σὸν γὰρ ἄθλον πᾶσα χώρα καὶ πόλις

ἔμπρακτον οἶδε τοῦ βίου γενέθλιον.

Τὸν πεντάπλουν εἰς ἄκρον ἤνυσας δρόμον

ἰδρῶν, ἐλαύνων, ἀντεγείρων, συντρέχων,

ἕως καθεῖλες παραβάτην Χοσρόην.

Κατεπλάγησαν οἱ πρὸ σοῦ διφροστάται

ἐν τῇ τοσαύτῃ τοῦ δρόμου παρεκτάσει

ὁρῶντες ὑμῶν τοὺς τροχοὺς βεβηκότας.

Καὶ πᾶς ὁ τῆς γῆς δῆμος ἐκ τῶν τεττάρων

ὕμνησε πλευρῶν ἐν θεάτρῳ τῷ βίῳ˙

κοσμοῦσι πάντες σοῦ φανέντος τὴν πόλιν,

ἄνθη δὲ συλλέξαντες ἐμψυχωμένα

στέφουσι ὑμᾶς ταῖς προσευχαῖς ὡς ῥόδοις.

Τὰς κοσμικὰς γὰρ ἐξανοίγει σοι θύρας

ὁ τῶν ἀγώνων βραβευτὴς καὶ δεσπότης,

δι’ ὧν προελθὼν παγγενὴς νικηφόρος

ἔχεις ἄχραντον τὴν ἀφ’ ὕψους εἰκόνα.

Οὕτως ἀπληστως ἐκχυθεὶς πρὸς τοὺς λόγους

στέργω δι’ ὑμᾶς τὴν καλὴν ἀπληστίαν.

Τί πρῶτον εἰπών, ποῖα συγγράφων μέσα,

τῶν ἐσάτων σου δράξομαι προοιμίων;

ἀντεμπλοκὴ γὰρ συγκροτεῖται καὶ μάχη

τῶν σῶν ἀγώνων νῦν ὁμοῦ μεμιγμένων,

καὶ μῖξις ὥσπερ γίνεταί μοι καὶ στάσις,

ὥσπερ ῥεόντων τῶν ποταμῶν τῶν ὀμβρίων

ὁ πόντιος ῥοῦς ἵσταται μεμιγμένος.

Οὕτω γὰρ ἐκβλύσαντες ἐξ ἑνὸς πόρου

τῶν σῶν ἰδρώτων οἱ ποταμοὶ μεμιγμένοι

ὠθοῦσι καὶ σφύζουσιν ὥσπερ ἐκ βίας

ἄλλος τὸν ἄλλον, ἐκδραμεῖν ἠπειγμένοι

καὶ ταῖς ἀβύσσοις ἐντεθῆναι τῶν λόγων.

Καὶ πού τις αὐτῶν εἴπερ ἐμβριθεστέρῳ

τάχει προκύψει πρὸς τὸν ἄλλον, εὐθέως

ὁ νοῦς μεταστὰς ἡδέως μερίζεται.

Ὡς ἐξ ἀνάγκης λοιπὸν ἐστενωμένος

εἴργειν ἑαυτοῖς τὴν φορὰν τῆς ἐξόδου,

ἕως ὁ σὸς νοῦς καὶ τὸ πηγαῖον στόμα

λύσει τὰ πολλὰ τῶν λόγων ἐμφράγματα.

Ὅμως ἀπλώσας ῥιψοκινδύνῳ θράσει

τὸν νοῦν ἐπ’ αὐτῶν νήχομαι τῶν πραγμάτων.

 

Β’

Ῥώμη, δίξαζε τὴν ἰσόῤῥοπον κρίσιν˙

πολλῶν στρατηγῶν εὐπορήσασα φράσον

ποίῳ δοκεῖ σοι συμβαλεῖν τὸν δεσπότην,

μόνος τετάχθω, φηςίν, οὐκ ἔχων ἴσον.

Ἤδη μὲν οὖν ἔσβεστο τῆς τυραννίδος

τὸ πῦρ ὁ Φωκᾶς, ἡ καταιγίς, ἡ μέθη,

ὁ τῶν καθ’ ἡμᾶς συμφορῶν πρωτεργάτης,

ἡ τῶν ἐν ὕπνοις φασμάτων τιμωρία.

Ὦ τὰς καθ’ ἡμᾶς αἱματώδεις ἐκχύσεις

ἔχειν νομίζων εἰς τριςάθλιον κράτος,

τῆς γῆς τὸ κῆτος, τὸ πρόσωπον Γοργόνος.

Οὐχ εἶλες αὐτοὺς ὡς ὁ Περςέως πλάνος,

ἀλλ’ ἀντιτάξας τῷ φθορεῖ τῶν παρθένων

τὸ φρικτὸν εἶδος τῆς ἀχράντου Παρθένου˙

αὐτῆς γὰρ εἶχες τὴν βοηθὸν εἰκόνα,

ὅτε προςῆλθες τῇ βορᾷ τοῦ θηρίου.

Καθεῖλες αὐτόν, οὐ κρεμασθεῖσαν κόρην

μίαν σεσωκώς, ἀλλὰ τὰς πόλεις ὅλας.

Τοιοῦτον οὐκ ἦν, κἂν γενέσθαι τις λέγοι,

τὸ πρὶν φονευθὲν κῆτος ἐξ Ἡρακλέους,

οἷον καθεῖλεν Ἡρακλῆς ὁ δεσπότης

κῆτος, τύραννον, οὐ μίαν φθεῖρον πόλιν,

ἀλλ’ ἐκθερίζον τὴν πολιτείαν ὅλην.

Πλὴν μισθὸς ὑμῖν ἐστιν εὐτρεπισμένος,

οὐ μῦθος ἵππῳ τῆς φθορᾶς ἀνωτέρω˙

μῦθος γὰρ οὗτος καὶ κεχρωσμένος ψόφος,

εἰ μή τις, ὡς σύ, γνωστικοὺς ἔχων τόνους

ἀλληγορήσει τὴν σπορὰν τῶν ἀρςένων

ἄφθαρτον εἶναι τῇ μεταδόσει τοῦ γένους,

ἄλλου μετ’ ἄλλον ζωπυρούντων τὴν φύσιν.

Οὐχ οὗτος ὑμῖν, μηδὲ τοιοῦτον λάβοις

μισθὸν δι’ ἡμᾶς, ἀλλ’ ὀχατος τύχοις

ζωῆς τρεχούσης εἰς ὁδοὺς ἀφθαρςίας.

Ἐπεὶ δὲ λοιπὸν καὶ τὰ τοῦ δήμου θράση

συνεκτραπέντα τοῦ τυράννου τῇ μέθῃ

ἔνοικον εἶχε τῶν μελῶν ἀταξίαν,

σχεδὸν δὲ πάντας τοὺς πολίτας ἡ πόλις

πεφυρμένους ὤδινε Κενταύρου δίκην

(Τετκμημένοι γὰρ καὶ κακῶς μεμιγμένοι

πρὸς τὰς ἑαυτῶν ἠσχολοῦντο συγχύσεις),

ἰατρὸς ἐλθῶν κυρίως Γαληνίας,

καὶ τὰς ἀτάκτους ψηλαφῶν ἀρτηρίας,

σφύζουσαν αὐτὸς οὐ παρεῖδες τὴν νόσον,

καὶ τμητικῇ μὲν οὐδαμῶς διαιρέσει

οὐδ΄ αὖγε τοῖς στύφουσιν ἐχρήσω τόνοις,

μαλακτικῷ δὲ καὶ λαλοῦντι φαρμάκῳ

ἔπεισας αὐτοὺς ἐκ μόνης εὐταξίας

τὸ θηριῶδες ταῦτο μὴ νοσεῖν πάθος,

ἄνω δὲ μᾶλλον τὴν λογικὴν ἔχειν φύσιν.

Κάτω δὲ ῥῖψαι καὶ καλῶς ἐκλακτίσαι

τὸ κτηνόμορφον τῆς ἀταξίας τέρας,

μή πως παρατραπεῖσα τῆς τετριμμένης

ἡ φτνιῶσα τῶν φρενῶν ἀταξία

τὸν νοῦν ἑαυτῇ συμπλανώμενον λάβῃ.

Οὕτως ἄριστα τοὺς διεστῶτας τρόπους

τῶν δημαγωγῶν συμβιβάζεις ταγμάτων,

καὶ σύνθετόν τι ζῶον ἐξ ἐναντίων

συνθεὶς λογισμῶν εἰς ἕνωσιν ἥρμοσας,

καὶ τοὺς ἀποσκιρτῶντας ἀλλήλων τρόπους

εἰς ἓν συνῆψας, καὶ κατώρθωσας μόνος

ὃ μὴ κατορθοῦν εὐπόρησεν ἡ φύσις.

Τούτῳ θέλοντες τῷ μεγίστῳ πράγματι

μνήμην συνάψει συμφερόντως ἡ πόλις

γράφουςιν ἡμῖν τῇ κάτωθεν εἰκόνι˙

εἰ τὴν ἄνω γὰρ ἄλλων εἶχες ζωγράφον.

Ἐπεὶ δὲ πάντας, οἰκοδεσπότου δίκην,

τοὺς ἔνδον ἡμῶν ἐξεχέρσωσας τόπους,

καὶ τὰς ἐνοίκους τῶν παθημάτων φλέβας

τῷ σῷ κενώσας εὐσεβεῖ καθαρςίῳ

τῆς ἔνδον ὠμότητος εἶρξας τὴν βλάβην,

ἐκτὸς δὲ λοιπὸν καὶ τὰ τῆς Θρᾴκης νέφη

χειμῶνας ὑμῖν ἐξανέστησε μάχης,

καὶ πῆ μὲν ἡ Χάρυβδις ἡ Σκυθοτρόφος

σιγᾷν δοκοῦσα λῃστρικῶς ὡδωστάτει,

πῆ δ’ αὖ συνεκθέοντες οἱ Σκλάβοι λύκοι

τῇ γῇ συνῆπτον τῆς θαλάττης τὸν σάλον,

καὶ τοῖς παρ’ αὐτῶν αἵμασι πεφυρμένος

ὁ ῥοῦς ἐρυθρὸς ἐκ βίας ἐγίνετο,

κἀκεῖθεν ὥσπερ ἀντερίζοσα πλέον

ἀντιπρόσωπος ἡ δυςάντος θέα

τῆς Γοργόνας προςῆκτο τῆς τοῦ Περςέως,

καὶ πᾶς ὁ κόσμος ἦν ὁμοῦ πεφυρένος.

Σὲ δὲ στρατηγεῖν ἦν ἀνάγκη τῆς μάχης,

τυχὼν μὲν ἄλλος ἐν τοσαύτ{η συγχύσει

οὐκ ἂν κυβερνᾷν ῥᾴδιως ἐνέσχετο,

ὑμῖν δὲ δόξαν ὥστε πᾶν τὸ φορτίον,

εἴπερ δυνηθῇς, ἀντὶ πάντων βαστάσαι,

ἀπηγόρευσας τῶν σεαυτοῦ φροντίδων

καὶ σὰς ἐποίου τὰς ἁπάντων φροντίδας.

Καὶ πολλάκις τὸ τόξον ἐντεῖναι θέλων

βαλεῖν τε τὴν Χάρυβδιν, εἰς τὴν Γοργόνα

τὴν πετροποιὸν τῶν θεατῶν εἰκόνα

στραφεὶς ἐπέσχες τὴν βολὴν ἠπειγμένην.

Καὶ δὴ κατ’ αὐτῆς ἀντειβάλλοντες βέλος

ἀνθεῖλκον ὑμᾶς οἱ φιλάρπαγες λύκοι.

Χρόνῳ δὲ μικρῷ συγκροτὼν ἐκαρτέρεις

μίαν κατ’ αὐτῶν τριπλοκίνδυνον μάχην.

Ἐπεὶ δὲ ταῦτα τῆς ἀνάγκης τὰ ξίφη

κοιναῖς καθ’ ἡμῶν προσβολαῖς τεθηγμένα

ταῖς σαῖς μερίμναις ἐν βραχεῖ διῃρέθη,

χειμὼν δὲ λοιπὸν οὐ μόνον τῶν πραγμάτων,

καὶ τῆς φορᾶς δὲ τοῦ χρόνου κατεκράτει,

ἐν ᾧ μάλιστα ταῖς μερίμναις εἰσόδους

τῆς νυκτὸς ὠδίνουσιν αἱ παρεκτάσεις,

γνώμης ἐγίνου τὰς ἀπ’ ἄκρων ἡλίου,

ὡς ἦν ἐφικτόν, ἐκτεμεῖν περιστάσεις˙

πηγὴν γὰρ ᾔδεις τῶν κακῶν τὴν Περςίδα.

Καὶ δὴ τὸ πρᾶγμα σχηματίζων ἐπλάσω

σαυτὸν παρασχεῖν τοῖς πρὸ ἄστεως τόποις

οὐχ ὥς τι τερπόν, καὶ μάλιστα τοῦ χρόνου

χειμῶνος ὄντος, εὐπορεῖν εἰθισμένους,

ἀλλ’ ὥστε τοῖς σοῖς μηδαμῶς βουλεύμασι.

Τὰ τῶν πολιτῶν συμπλέκεσθαι πράγματα,

μηδ' αὖ γενέσθαι βλαπτικοῖς κατασκόποις

ἔκδηλα τῶν σῶν σκεμμάτων τὰ δόγματα˙

καλύπτεται γὰρ ὡς νέφει κατάσκοπος

ὄχλῳ παρεισδύς, καὶ δυσεύρετος μένει.

Ἐκεῖσε γοῦν, κράτιστε, συλλέγων ὅλων

τὸν νοῦν σεαυτοῦ καὶ σχολῇ σοφῇ τρέφων,

πάσας ἀνέγνως διατάξεις τῶν νόμων

τὰς ἐξ ὅπλων καὶ πραγμάτων ὡρισμένας.

Ἀλλ’ ἦν τὰ κρυπτὰ τοῦ σκοποῦ σου δόγματα

Λόγων ἀφορμαὶ τοῖς λαλεῖν εἰθισμένοις,

παρ' οἷς ὀλισθήσασα τῆς ἔσω θύρας

ἡ γλῶττα φεύγει καὶ βοᾷ πλανωμένως.

Ὅμως συνεῖδες ταῦτα συγγνώμην ἔχειν˙

ἔδοξε γάρ πως ἐξ ἀνάγκης εὐλόγου

τοῦ πρὸς σὲ φίλτρου δυσφορεῖν ἡ κοινότης,

οὐκ ἐκ φθόνου τὴν γλῶτταν ἠρεθισμένοι

(τοῖς βασκάνοις γὰρ οὐ φθονοῦσαι φροντίδες),

ἀλλ’ οὐ στέγοντες τὴν ἀπουςίαν βλέπειν,

κἂν πολλάκις τυχώσιν ὠφελμένοι.

Ἐνταῦθα τὸν πρὶν Ἠλίαν μιμούμενος,

καὶ ταῖς ἐρήμοις ἐμβατεύων ἐτρέφου

οὐ βρῶσιν, ὡς ἔδειξας, ἀλλὰ φροντίδας˙

οὐκ ἦν γὰρ ἔργον πολεμικῶν συνταγμάτων,

ὃ μὴ μετῆλθες τῇ σχολῇ τῶν σκεμμάτων

τυπῶν, προτάττων, εὐτρεπίζων, προσγράφων,

καὶ σχηματουργῶν τῆς μάχης τὰς εἰκόνας

ἄλλοις, σεαυτῷ, τῷ στρατῷ, τοῖς ἔθνεσιν,

ὡς ἄν τις εἴπῃ περιβαλὼν ἐν συντόμῳ,

πρὸ τῶν ἀγώνων τοὺς ἀγῶνας συλλέγων

καὶ τὴν νίκην ὁρῶν ἐντελῶς πρὸ τὴς μάχης.

Ἄλλοι μν οὖν γράψουσιν, οἷς δοκεῖ φίλον,

ὄρη, φάραγγας καὶ στενὰς διεξόδους

καὶ τὰς πετρώδεις ἐξοχὰς καὶ δυσβάτους,

δι’ ὧν παρῆλθες ὡς πνοὴ τεχυδρόμος,

ὡς οὔτε πέτραις ἐκ βελῶν ἀφιγμέναις

ἔνεστι βάλλειν, οὔτε μὲν ὀρύγμασι

τὴν γῆν ὑπογλύγονας ἑλκύσαι κάτω.

Ἀλλ’ εἰσὶ τείχη τοῖς ἐναντίοις ὄρη,

τὰς κεῖς ἔχοντα τῆς ὁδοῦ πεφραγμένας.

Ἠβουλόμην δὲ καίπερ ὣν βραδυγράφος

τὴν συλλογήν σου τῶν στρατευμάτων γράφειν,

τὴν εἰς ἅπαν γῆς ἐσκεδασμένην μέρος,

βουλαῖς δὲ ταῖς σαῖς ἐν βραχεῖ συνηγμένην.

Οἱ σοὶ γὰρ αὐτοὺς ἤγον ἐκτικοὶ λόγοι,

ὡς εἴ τις ἄλλος ἐκ μιᾶς ὑδραργύρου

σύρει τὰ χρυςᾶ συλλέγων σπαράγματα.

Πλὴν ταῦτα σιγῶν καὶ τὸν Εὐφράτου πόρον,

δι’ οὗ τρέχων παρῆλθες Εὐφράτου πλέον,

τὴν δραστικήν τε καὶ μετ´ ἔργων ἐμπόνων

ὡς ἐν παρέργῳ συμφορᾶς τοῦ δ’ ὁ βίος,

εἴγε προςήκει συμφορᾷ παρεικάσαι

τὴν εὐσεβοῦντι δεσπότῃ πορθουμένην,

ἤδη δυσσεβοῦντι Χοσρόῃ σεσωσμένην,

ἤδη πρόσειμι τῇ Δαραρτάσει πόλει,

ταύτην δέ φασι Περσικῶν ὁρισμάτων

εἶναι βορείαν, τὴν δὲ πρὸς Νότον θέσιν,

ὅσον πρὸς ἡμᾶς, ἀντικειμένως ἔχειν.

Καὶ τὸν κατ’ αὐτῆς ἐν βραχεῖ παραδρόμῳ

καμπτῆρα τῷ τρέχοντι μορφώσω λόγῳ.

Τὸν Ἀρταςὴρ γάρ, δοῦλον ὄντα τὴν τύχην,

τυρρανικῷ λέγουσι καὶ θρασεῖ ξίφει

Πάρθους ἀποστήσαντα τοῦ τότε κράτους

εἰς αἰχμάλωτον ὅνπερ ἥρπασε θρόνον,

ἀντεθρονίζειν ἐν κακοῖς τὴν Περςίδα.

Χρόνους δὲ συλλέγουσιν, ὥς φασι, δέκα

σὺν ἓξ διαδραμόντας ἑξηκοντάσιν,

ἐν οἷς τὸ πικρὸν τοῦδε τοῦ σπόρου γένος

ἐξ αἱμάτων ὤδινεν αἱμάτων γόνον,

Ἐν γὰρ τοσαύτῃ τοῦ χρόνου παρεκτάσει

ἐναλλαγὴν οὐκ ἔσχε τῆς μιαιφόνου

σειρᾶς ἐκείνης ἡ δυςέκλυτος δέσις,

ἀλλ’ ἐκ τέκνων εἰς τέκνα συμμετεπλάκη

ὁ δεσμὸς οὗτος ἐμφραγαῖς πεφυρμένος,

καὶ πᾶς παρ’ αὐτοῖς δυσμενὴς βροτοκτόνος

ἔσπειρε τέκνον εἰς γονὴν πατροκτόνον,

κἀκεῖνος αὖθος ὡς ἐχίδνης οὐσίαν

τὸν κλῆρον ἀντέπεμψεν εἰς τοὺς ἐγγόνους.

Καὶ ῥοῦς ἐχεῖτο τοὺς φόνους ἐπιῤῥέων,

ἕως πλατυνθεὶς εἰς ἀμέτρητον χύσιν

ἔστηκεν ἐνθεὶς εἰς βυθὸν τὸν Χοσρόην˙

ἔδει γάρ, οἶμαι, τῆς Ἰοκάστης τὸν βίον

ζηλοῦντας αὐτοὺς τῷ παραλλήλῳ φθόνῳ

πρὸς τὰς ὁμοίας συμφορὰς ἀνατρέχειν.

Ἐκεῖνος οὖν ἔκτιζε τήνδε τὴν πόλιν

εἰς πύργον ἄκρον, εἰς ἀπόρθητον τόπον,

εἰς τεῖχος, ὡς ἔδειξε, τῆς ἀμαρτίας.

Ἐκεῖ γὰρ εἶχε Χοσρόης καὶ τοὺς Μάγους

καὶ τοὺς ἑαυτοῦ προστάτας τοὺς ἄνθρακας,

δεινῇ κρατηθεὶς εἰκότως ὑποψίᾳ,

μὴ τοὺς σεβαστοὺς αἰχμαλώτους ἁρπάσῃς.

Ἀλλ’ αὐτὸς ἐλθὼν ὥσπερ ἀστραπῆς τάχος,

καὶ τὸν ἐπ’ αὐτοῖς σχηματουργήσας φόβον

(φόνον γὰρ αὐτὸς οὐδὲ Βαρβάρων θέλεις,

εἰ μὴ καθ’ αὐτῶν ἀσπάσοιντο τὰ ξίφη),

στήσας τε πολλὰς μηχανὰς τῶν ὀργάνων,

κριούς, χελώνας, πετροπομπὺς σφενδόνας,

φράξας τε τὴν φάλαγγα καὶ τείχει νέῳ

τὸ τεῖχος αὐτῶν ἐμπερικλείσας ὅλον,

ἅπαντας ἔνδον εἶλες ἐκ μόνου φόβου.

Πρῶτον μὲν οὖν, κράτιστε, τῶν σκύλων ὅλων

ἀπηνθράκωσας τοὺς θεοὺς τῆς Περςίδος,

δεκτὰς ἀπαρχὰς τῷ Θεῷ σου προσφέρων

τὰ τῶν προπάππων Χοσρόου κειμήλια.

Σβεννὺς γὰρ αὐτοὺς ἔφλεγες τὸν Χοσρόην,

οὐχ ὥσπερ ἐχθρὸς τοῦ πυρὸς τῆς οὐσίας

(ὅλος γὰρ εἶ πῦρ τῷ Θεῷ συνημμένος),

ἀλλ’ ὡς ἐλευθέραν τε καὶ σεσωσμένην

θέλων προςάξαι τω Θεῷ καὶ τὴν κτίσιν.

Ἀπηλλάγη γὰρ καὶ τὸ πῦρ μολυσμάτων

τῇ προσκυνήσει μᾶλλον ἐξεβρισμένον,

ἔχει δὲ τιμὴν τὴν καλὴν ἀτιμίαν,

τῇ σῇ καθαρθὲν εὐσεβεῖ καθαιρέσει,

καὶ συμφέροντως δυστυχεῖν ἠνέσχετο,

καλῶς τεφρωθὲν ἢ κακῶς ἀνημμένον.

Οὕτως ἐκεῖνο πᾶν τὸ πῦρ κατασβέσας,

ἀφῆκας οὐδέν, πλὴν ὅσον λαλεῖν ἔδει,

σπινθῆρα μικρὸν εἰς τὸ φλέξαι Χοσρόην.

 

 

ΕΠΙΣΤΡΟΦΗ

 

1